Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.50.3 | Hdt. 1.51.3 (English) | >>Hdt. 1.53.1 |
1.51.1
ἐπιτελέσας δὲ ὁ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελφούς , καὶ τάδε ἄλλα ἅμα τοῖσι , κρητῆρας δύο μεγάθεϊ μεγάλους , χρύσεον καὶ ἀργύρεον , τῶν ὁ μὲν χρύσεος ἔκειτο ἐπὶ δεξιὰ ἐσιόντι ἐς τὸν νηόν , ὁ δὲ ἀργύρεος ἐπʼ ἀριστερά .
1.51.2 μετεκινήθησαν δὲ καὶ οὗτοι ὑπὸ τὸν νηὸν κατακαέντα καὶ ὁ μὲν χρύσεος κεῖται ἐν τῷ Κλαζομενίων θησαυρῷ , ἕλκων σταθμὸν εἴνατον ἡμιτάλαντον καὶ ἔτι δυώδεκα μνέας , ὁ δὲ ἀργύρεος ἐπὶ τοῦ προνηίου τῆς γωνίης , χωρέων ἀμφορέας ἑξακοσίους · ἐπικίρναται γὰρ ὑπὸ Δελφῶν Θεοφανίοισι .
1.51.3 φασὶ δὲ μιν Δελφοὶ Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι , καὶ ἐγὼ δοκέω · οὐ γὰρ τὸ συντυχὸν φαίνεταί μοι ἔργον εἶναι . καὶ πίθους τε ἀργυρέους τέσσερας ἀπέπεμψε , οἳ ἐν τῷ Κορινθίων θησαυρῷ ἑστᾶσι , καὶ περιρραντήρια δύο ἀνέθηκε , χρύσεόν τε καὶ ἀργύρεον , τῶν τῷ χρυσέῳ ἐπιγέγραπται Λακεδαιμονίων φαμένων εἶναι ἀνάθημα , οὐκ ὀρθῶς λέγοντες ·
1.51.4 ἔστι γὰρ καὶ τοῦτο Κροίσου , ἐπέγραψε δὲ τῶν τις Δελφῶν Λακεδαιμονίοισι βουλόμενος χαρίζεσθαι , τοῦ ἐπιστάμενος τὸ οὔνομα οὐκ ἐπιμνήσομαι . ἀλλʼ ὁ μὲν παῖς , διʼ οὗ τῆς χειρὸς ῥέει τὸ ὕδωρ , Λακεδαιμονίων ἐστί , οὐ μέντοι τῶν γε περιρραντηρίων οὐδέτερον .
1.51.5 ἄλλα τε ἀναθήματα οὐκ ἐπίσημα πολλὰ ἀπέπεμψε ἅμα τούτοισι ὁ Κροῖσος , καὶ χεύματα ἀργύρεα κυκλοτερέα , καὶ δὴ καὶ γυναικὸς εἴδωλον χρύσεον τρίπηχυ , τὸ Δελφοὶ τῆς ἀρτοκόπου τῆς Κροίσου εἰκόνα λέγουσι εἶναι . πρὸς δὲ καὶ τῆς ἑωυτοῦ γυναικὸς τὰ ἀπὸ τῆς δειρῆς ἀνέθηκε ὁ Κροῖσος καὶ τὰς ζώνας .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.50.3 | Hdt. 1.51.3 (English) | >>Hdt. 1.53.1 |